Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.47.1 | Hdt. 4.48.3 (English) | >>Hdt. 4.50.1 |
4.48.1 Ἴστρος μέν , ἐὼν μέγιστος ποταμῶν πάντων τῶν ἡμεῖς ἴδμεν , ἴσος αἰεὶ αὐτὸς ἑωυτῷ ῥέει καὶ θέρεος καὶ χειμῶνος , πρῶτος δὲ τὸ ἀπʼ ἑσπέρης τῶν ἐν τῇ Σκυθικῇ ῥέων κατὰ τοιόνδε μέγιστος γέγονε · ποταμῶν καὶ ἄλλων ἐς αὐτὸν ἐκδιδόντων
4.48.2 εἰσὶ δὴ οἵδε οἱ μέγαν αὐτὸν ποιεῦντες , διὰ μέν γε τῆς Σκυθικῆς χώρης πέντε μὲν οἱ ῥέοντες , τὸν τε Σκύθαι Πόρατα καλέουσι Ἕλληνες δὲ Πυρετόν , καὶ ἄλλος Τιάραντος καὶ Ἄραρος τε καὶ Νάπαρις καὶ Ὀρδησσός .
4.48.3 ὁ μὲν πρῶτος λεχθεὶς τῶν ποταμῶν μέγας καὶ πρὸς ἠῶ ῥέων ἀνακοινοῦται τῷ Ἴστρῳ τὸ ὕδωρ , ὁ δὲ δεύτερος λεχθεὶς Τιάραντος πρὸς ἑσπέρης τε μᾶλλον καὶ ἐλάσσων , ὁ δὲ δὴ Ἄραρός τε καὶ ὁ Νάπαρις καὶ ὁ Ὀρδησσὸς καὶ μέσου τούτων ἰόντες ἐσβάλλουσι ἐς τὸν Ἴστρον .
ch. 49
4.49.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.47.1 | Hdt. 4.48.3 (English) | >>Hdt. 4.50.1 |